Ancient Greek
599
Damascius, De Principiis 599
Unproofread scanNot analysed yet
ἡ συζυγία θρυλουμένη τῶν δύο μετὰ τὴν μίαν ὑποκειμένων ἀρχῶν νοητῶν. Ὥστε καὶ εἰ τις ὑποτίθοιτο μίαν μὲν εἶναι τὴν πρὸ τῆς νοητῆς τριάδος ἀρχήν, ταύτην δὲ τὴν μίαν αὐτὸ εἶναι τὸ πάντα ἐν· τοῦτο γὰρ εἶναι καὶ τὸ ἀπόρρητον, οὕτω δὲ καὶ Πλάτωνα λέγειν ἐν Φιλῆβῳ, τὰς μὲν δύο ἀρχὰς πέρας τιθέμενα καὶ ἄπειρον, τὸ δὲ ἐν πρὸ τούτων,