Ancient Greek
600 to 601
Damascius, De Principiis 600-601
Unproofread scanNot analysed yet
ὃ καὶ ἐπιγίγνεσθαι τῷ μικτῷ τὸν ἄρρητον τρόπον, οὕτω γὰρ καὶ ἄρρητον εἶναι, ὥστε διὰ τῶν ἐν προθύροις αὐτοῦ ἱδρυμένων γνωρίζεσθαι μονάδων τριῶν· ἀλλὰ καὶ Πυθαγόραν οὕτως ἀξιοῦν τὸ ἐν προτιθέμενα μονάδος τε καὶ δυάδος τῆς ἀορίστου λεγομένης· οὕτω δὲ οἴεσθαι καὶ πάντας τοὺς φιλοσόφους οἱ πρὸ τῶν δυεῖν ἔθεντο μίαν ἀρχήν· ἀλλὰ καὶ ταῖς δόξαις τῶν μακαρίων ἀνδρῶν εἰ τις ἐπαγωνιζόμενος λέγοι ὡς αἱ δύο πρὸς ἀλλήλας ἀντιτετάχαται, πρὸ δὲ πάσης ἀντιθέσεως δεῖ τὸ ἐν ὑπάρχειν, ἐτι δὲ ἐπιμαρτύροιτο τὴν κοινὴν ἔννοιαν καὶ τὴν ὑπὸ Ἀριστοτέλους ἐπαινουμένην ὁμηρικὴν ἀποφαίνειν, οὐκ ἀγαθὸν εἶναι πολυκοιρανίην δοκιμάζουσαν, ἕνα δὲ βασιλέα τῶν ὅλων καθίζουσαν· ἀνάγκην γὰρ ἔσεσθαι κατὰ τοῦτον τὸν λόγον, αὐτὸ γε τὸ ὡς ἀληθῶς ἐν ἄρχειν τῶν πραγμάτων ἀπάντων·