Ancient Greek
640
Damascius, De Principiis 640
Unproofread scanNot analysed yet
κατὰ πᾶσαν ἀντιδιαίρεσιν προόδου κινδυνεύσομεν ἐξάγειν ἐπ’ ἄπειρον. Ἀντιδιαίρεσις γάρ ἐστι καὶ αὕτη τις ἡ τοῦ ἑνὸς πρὸ ἀμφοῖν πρὸς τὴν δυάδα τῶν ὀχετῶν, καὶ δεήσει καὶ ταύτης ἄλλο προεπινοεῖν, καὶ τούτου ἴσως ἄλλο προὑποτίθεσθαι. Τέταρτον δὲ ἀληθοῦς ἐστίν ἔκγονος πᾶσα διαίρεσις, ἤτοι γε τῆς ἀληθο- ποιοῦ δυάδος. Οὐκοῦν ὅλην φέροντες τὴν οἱανδήποτε λεγομένην ἀντιδιαίρεσιν εἰς μίαν ἀνοίσομεν ἐκείνην ἀρχήν,