Ancient Greek
641
Damascius, De Principiis 641
Unproofread scanNot analysed yet
τὴν ἀληθοποιόν, καὶ διακρίσεων ἀπασῶν ἐξάρχουσιν. Τὸ δὲ ἄκρον αὐτῆς, ὅπερ ἐν εἶναι λέγομεν, οὐκ ὂν τῷ ὄντι ἐν, ἀλλ’ οἷον μονάδα ἢ σύμφυσιν τῆς ἀντιδιαιρέσεως, ὡς μονάδος ἐπὶ τὸ ἀπλῶς ἐν, ὅ δὴ τὸ πέρας εἶναι βούλεται καὶ τὸ ὡς ἀληθῶς πάντα ἐν. Ὡς γὰρ ἡ ἀντι- διαίρεσις γέννημα τῆς κατὰ τὸ ἄπειρον ἀρχῆς, οὕτω καὶ ἡ σύμφυσις αὐτῆς