Ancient Greek
653
Damascius, De Principiis 653
Unproofread scanNot analysed yet
ἐν αὐτῇ ἀδιόριστος μία φύσις. Διὸ καὶ τὸν Μῆτιν πρῶτον ὁ Θεο- Ρ. λόγος ἀνυμνεῖ «σπέρμα φέροντα θεῶν», ὃς καὶ πηγὴ λέγεται τῶν πηγαίων ἀπάντων διακόσμων ὑπ’ αὐτῶν τῶν θεῶν. Τοσοῦτον ἀπέχει τῆς κατὰ ἀντι- διαίρεσιν ἐκείνης ἀντιστοιχίας, ὅτι καὶ πάσης αὐτῆς ἐστὶν ἡ μία σύμφυσις τε καὶ ἕνωσις μετὰ τῆς ὠδινούσης τὴν διάκρισιν νοητῆς ἐμφάσεως. Εἰ δὲ ὁ Μῆτις