Ancient Greek
654
Damascius, De Principiis 654
Unproofread scanNot analysed yet
τοιούτος, πολλῷ μᾶλλον ὁ κυόμενος Μῆτις, ἴσως δὲ κάλλιον εἰπεῖν, ἡ κυοῦσα τὴν μῆτιν νοητὴ μεσότης· πρὸ δὲ γε ταύτης αὐτὸ τὸ ὄν, ὁ κρύφιος τῷ ὄντι διάκοσμος. Ἔτι οὖν μειζόνως ἡ τούτου αἰτία παντελὴς· ἀλλ’ οὐκέτι κόσμος, αἰτία δὲ κόσμου, καθὸ πάντα ὁ κόσμος, ὥσπερ ἡ πρὸ ταύτης καθὸ καὶ ἐν ὁ κόσμος· ἐν γὰρ καὶ πολλὰ καὶ ἐκεῖνος,