Ancient Greek
686
Damascius, De Principiis 686
Unproofread scanNot analysed yet
καὶ τὰ πολλά, ἅπερ εἰς τὸ τρίτον προῆλθεν, ἢ, εἰ βούλει, πέρας φάναι καὶ ἄπειρον, ἢ μονάδα καὶ δυάδα ἀόριστον εἰς ὑπόστασιν τῆς ἡνωμένης τριάδος. Ἔσται μὲν γὰρ καὶ ἡ τριάς τῇ ἰδιότητι μόνη καὶ οὐ κατὰ πλειόνων σύστασιν, οὐδὲ ἀριθμός, ἀλλ’ ὅμως οὕτω γε καὶ ἐκ τοιούτων οὐσῶν, τῆς μονάδος τε καὶ δυάδος. Ἄλλ’ εἴ τις οὕτως ὑποθοῖτο, πρῶτον