Ancient Greek
687
Damascius, De Principiis 687
Unproofread scanNot analysed yet
μὲν δεησόμεθα καὶ ἄλλης ἀρχῆς πρὸ τῶν δυεῖν. Εἰ γὰρ αὐταὶ τῶν δύο στοιχείων ἀρχαί, πρὸ δὲ τῶν στοιχείων τὸ μικτόν, ἀνάγκη ἔσται καὶ τοῦ μικτοῦ ποιεῖν ἀρχὴν ἰδιότροπον, μικτὸν καὶ αὐτὴν ὀνομαζομένην, κατὰ γοῦν ἔνδειξιν καὶ οἷον ἰδιότητα τοῦ ὡς ἀληθῶς μικτοῦ προϋπάρχουσαν, <καὶ> καθάπερ τὸ ἓν καὶ τὰ πολλὰ τῶν ὁμωνύμων στοιχείων, ἐν τῷ μικτῷ προϋποτίθεμεν ἄλλο τι,