Ancient Greek
711
Damascius, De Principiis 711
Unproofread scanNot analysed yet
τὸ δὴ ἦν πάντων ἀπλούστατον μικτόν. Διὸ μᾶλλον ὡς ἐκ στοιχείων φαντάζοιτο μεμίχθαι μόνον· οὐδὲ γὰρ ὡς ἐκ μερῶν· πλείων γὰρ ὁ τῶν μερῶν μερισμός· ἐν διαστάσει γὰρ τὰ μέρη πρὸς ἀλλήλα, τὰ δὲ στοιχεῖα συνῃρῆσθαι βούλεται μᾶλλον καὶ οἷον συγκέχυσθαι, μὴ προφαινομένης ἑκάστου ἐν τῷ μικτῷ τῆς ἰδιότητος, ὥσπερ τὰ εἴδη τὸ ἐναντίον ποιεῖ, περιγράφει ἕκαστον ἑαυτὸ κατὰ