Ancient Greek
712
Damascius, De Principiis 712
Unproofread scanNot analysed yet
τὴν ἑαυτοῦ μορφήν· τὰ δὲ μέρη μέσως ἔχει, μεμέρισται μὲν γάρ· διὸ καὶ μέρη καλεῖται· ἀναλύειν δὲ ἐσπούδακε τὸν μερισμὸν τῇ πρὸς τὸ ὅλον ἀνανεύσει. Κατὰ λόγον ἄρα τὰ μὲν εἴδη ἐν τῇ τρίτῃ τάξει τοῦ νοητοῦ διαπέφευγε, τὰ δὲ μέρη ἐν τῇ μέσῃ, τὰ δὲ στοιχεῖα ἐν τῇ ἀκρότητι, ἐν ἧ οὐδὲν ἴδιον οὐδενὸς διακέκριται ὡς ἀληθῶς, ἀλλὰ καταπέποται