Ancient Greek
74
Damascius, De Principiis 74
Unproofread scanNot analysed yet
ἡμέτερα πάθη περὶ ἐκεῖνο, ὡς εἴρηται πολλάκις· ἀλλ’ ἔχομεν ἐν ἡμῖν τοῦτο τὸ δόξασμα, οὐκοῦν κενόν, ὡς τοῦ κενοῦ καὶ τοῦ ἀπείρου. Ὥσπερ οὖν τούτων οὐκ ὄντων δόξας ἀναλαμβάνομεν, ὡς ὄντων, φαντασιώδεις καὶ πεπλασμένας, ἐπεὶ καὶ τὸν ἥλιον ποδιαῖον δοξάζομεν, οὐκ ὄντα τηλικοῦτον, οὕτως εἰ τι δοξάζομεν ἢ περὶ τοῦ μηδαμῇ μηδαμῶς ὄντος ἢ περὶ οὗ ταῦτα γράφομεν, ἡμέτερον τὸ