Ancient Greek
75
Damascius, De Principiis 75
Unproofread scanNot analysed yet
δόξασμα καὶ ἐν ἡμῖν κενεμβατοῦν· ὅ καὶ αἱροῦντες οἰόμεθα ἐκεῖνο αἱρεῖν, τόδ’ ἔστιν οὐδὲν πρὸς ἡμᾶς, οὕτως ἐκβέβηκε τὴν ἡμετέραν ἔννοιαν. Πῶς οὖν ἀποδεικτὸν τόγε ὅσον ἐν ἡμῖν συνίσταται περὶ ἐκεῖνο ἄγνῶημα; πῶς γὰρ ἐκεῖνο ἄγνωστον λέγομεν; ἐνὶ μὲν λόγῳ τῷ ῥηθέντι, ὅτι ἀεὶ τὸ ὑπὲρ τὴν γνώσιν τιμιώτερον εὑρίσκομεν· ὥστε τὸ ὑπὲρ ἅπασαν γνώσιν εἴπερ ἦν εὑρετόν, εὑρέθη ἂν