Ancient Greek
794
Damascius, De Principiis 794
Unproofread scanNot analysed yet
ἡνωμένον εὐθὺς τὸ μετὰ τὸ ἕν καὶ πρὸ τῶν διακρινομένων ἀπάντων. Τοιούτου δὲ ὑποτεθέντος ἡμῖν τοῦ ἠνωμένου, οὐδεμίαν ἔτι χώραν ἔχουσι αἱ ἀπορίαι. Φέρε δὲ νῦν κατὰ ἄλλην ἐπιβολὴν ἀποδείξωμεν τὴν τρίτην ἀρχήν, ὅπως ἂν ἔχῃ λόγον πρὸς τὴν οὐσίαν τε καὶ τὸ ὂν. Οὐκοῦν τοῦτο λέγομεν εἶναι ὃ δύναταί τι καὶ ἐνεργεῖ. Ὁ γὰρ ἔστι μέν, ὡς δόξειεν, οὐκ