Ancient Greek
795
Damascius, De Principiis 795
Unproofread scanNot analysed yet
ἐνεργεῖ δέ, τοῦτο οὐδὲ εἶναί φαμεν. Οὐκοῦν ἡ μὲν πρώτη ἀρχὴ κατὰ τὴν ὕπαρξιν θεωρεῖται, ὡς ἐν τοῖς λογίοις, ἡ δὲ δευτέρα κατὰ τὴν δύναμιν σαφῶς οὕτω καὶ λέγεται· ἡ τρίτη ἄρα προσλήψεται καὶ τὴν ἐνέργειαν· ἔσται ἄρα καὶ ὑπάρχουσα καὶ δυναμένη καὶ ἐνεργοῦσα· τοῦτο δὲ οὐσία καλεῖται καὶ ὂν· διὸ καὶ τριάς· διὸ μετὰ τὴν ὕπαρξιν ἡ οὐσία,