Ancient Greek
805
Damascius, De Principiis 805
Unproofread scanNot analysed yet
γὰρ ἀπόστασις ἀπὸ τοῦ εἶναι, ἀλλ’ οἷον παρασκευὴ μόνον, ὥσπερ τοῦ πρώτου, οὐδὲ παρασκευὴ ἀποστάσεως, ἀλλὰ μόνον εἶναι οὐδεμιᾶς δεόμενον οὔτε δυνάμεως οὔτε ἐνεργείας. Οὕτω μὲν τοίνυν ἴδοι ἂν τις ταῦτα κατὰ τὸ συμφανέστερον καὶ διαβεβηκὸς εἴδος τῶν νοημάτων, ὡς δὲ ἀπορρητότερον εἰπεῖν, καὶ κατὰ ἔνδειξιν, ἡ μὲν τοῦ ὄντος, ὅ ἐστιν ἡ τῆς τρίτης ἀρχῆς ὑπόστασις, ἔχει τὰ τρία