Ancient Greek
806
Damascius, De Principiis 806
Unproofread scanNot analysed yet
κατὰ τὴν ἐνέργειαν, ἐπειδὴ ἐν ταύτῃ πρώτη τὸ ἐνεργητικόν, εἰ καὶ ἐκεῖνο τὸ τῇ ὑπάρξει συμπεφυκός. Τοῦτο οὖν οἷον εἰδοποιεῖ τὸ τρίτον· τὸ δὲ δεύτερον δύναμις, ὅτι πρώτη καὶ ὁπωσοῦν ἐκτένεια αὕτη καὶ οὔπω εἰς ἐνέργειαν προιοῦσα. Ἡ δὲ τοῦ ἑνὸς ἀρχὴ πρώτη ὕπαρξις ἐπινοεῖται κατὰ ἔνδειξιν· πάντων γὰρ ἐστὶ τὸ ἐν ὑποστατικόν, αὐτοῦ δὲ οὐδέν. Οὐ γὰρ