Ancient Greek
812
Damascius, De Principiis 812
Unproofread scanNot analysed yet
ἄλλων. Καὶ γὰρ ἄνθρωπος ὅτι ἐστὶν αὐτὸ σημαίνει μᾶλλον ἢ τὸ ζῷον λογικὸν θνητόν. Ἐπὶ δὲ τῶν ἁπλῶν γενῶν οὐδὲ ῥάδιον ὁρίσασθαι διὰ στοιχείων· καὶ γὰρ ἰδιότητές εἰσιν αἱ μὲν ἀπλούστεραι, οἷαι αἱ τῶν πρώτων εἰδῶν, αἱ δὲ συνθετώτεραι, οἷαι τῶν ἐξ ἐκείνων συντιθεμένων, ὡς τὸ ζῷον ἐκ τῶν γενῶν τοῦ ὄντος, ἢ ὅσα ἐστὶ τὰ ἐκ τούτων συντιθέμενα.