Ancient Greek
813
Damascius, De Principiis 813
Unproofread scanNot analysed yet
Ὅν τοίνυν ἐστὶ τὸ παρεχόμενον ἑκάστῳ αὐτὸ τὸ εἶναι, καὶ καθ’ ὅ τι ἂν ἐστί. Καὶ ὡς τὸ ἐστὶ σύνδεσμός ἐστι τῶν ἄλλων ῥημάτων καὶ ὀνομάτων, οὕτως τὸ ὄν σύνδεσμός ἐστι τῶν εἰδῶν ἀπάντων οἷον ῥίζα παντὸς εἴδους, ἀφ’ ἧς καὶ ἐν ἧ πᾶν εἶδος ἐκφύεται τε καὶ ἰδρύεται· ὅλην τόγε ἐν καὶ ταύτης ἐστὶ ῥίζα ἀπλουστέρα. Περὶ μὲν οὖν