Ancient Greek
854
Damascius, De Principiis 854
Unproofread scanNot analysed yet
τοῖς ἄλλοις. Πῶς οὖν ἀκριβῶς ἠνωμένον; οὕτω μὲν γὰρ καὶ τὸ ἐν τοῦτο φωρᾶται οὐκ ὂν τῷ ὄντι ἐν, ὅτι μετέχει καὶ τῶν ἄλλων, καὶ διώρισται πρὸς τὰ ἄλλα. Ἄλλ’ ὅμως ὂν εἶναι βούλεται αὐτὸ ὅ ἐστι κατὰ τὴν ἑαυτοῦ προλάμπουσαν ἰδιότροπον φύσιν· διόπερ εὐφυέστατον ἔδοξεν εἶναι πρὸς ἔνδειξιν τῆς πάντα οὐσης, μᾶλλον δὲ ὑπερούσης κατὰ μίαν ἀπλότητα πάμφορον αἰτίας.