Ancient Greek
855 to 857
Damascius, De Principiis 855-857
Unproofread scanNot analysed yet
Οὕτως ἄρα καὶ τὸ ὂν τοῦτο μάλιστα πάντων γενῶν ἡνωμένον ἐνδεικτικὸν ἂν εἴη δικαίως τῆς κατὰ μίαν πάντων ἀκροτήτων ὄντων ἡνωμένης ἀρχῆς· καὶ μήποτε πάντα περιεχουσῶν τῶν ἀρχῶν καὶ πάντα οὐσῶν τὰ ἀπ’ αὐτῶν, ἐκμηρύεται ἄλλο κατ’ ἄλλην ἰδιότητα διακρινόμενόν τε καὶ ἰσλάμενον. Ἐκείνη γὰρ ἡ ἡνωμένη ἀκρότης οὐ κατὰ τὸ ἡνωμένον ἐσήηκε τοῦτο τὸ πρὸς τὸ διακεκριμένον ἀντιδιαιρούμενον. Οὐ γὰρ ἂν εἴη οὕτω γε παντελής, ἀλλὰ κατὰ τὸ ὑπὲρ ἄμφω καὶ ὑπὲρ πάντα, ἀληθέστερον εἰπεῖν, καὶ πάντα ἐν ἑαυτῷ συνηρηκός, 3ο ἐπεὶ καὶ τὸ πρὸ πάντων ἐν ἐνδεικνύμενον οὐ πρὸς τὰ ἄλλα διωρισμένον ἦν, οὐδὲ ἀπλοῦν ὡς πρὸς τι σύνθετον, ἀλλὰ τὸ ἀναρπάσαν ἑαυτὸ πρὸ πάντων Δ, Θ, ἴδιος] ἀίδιος Ε. ἀληθὲς ἀντιμετἔχειν Ε. ἀκροτήτων] ἀκρότητα», ὄντων διακριωμένην διακρινομένην ἔσθηκε τοῦτο τὸ διακεκρ. ἁρπάσαν ΒF καὶ τῶν συνθέτων καὶ τῶν ἁπλῶν καὶ τῶν πολλῶν γε καὶ τοῦ ἀντιτιθεμένου τούτοις ἑνός. Ἄλλ’ ἐπειδή τῶν τοιούτων ὑπερβολῶν οὐδεμίαν ἔχομεν ἔννοιαν προχειρίσασθαι, ἀγαπῶμεν ἂφ’ ὧν ἔχομεν ἐνδείκνυσθαι τι περὶ ἐκείνων ἀναγκάζοντες τῷ λόγῳ πρῶτον ἀτιμότερον εἶναι ταῦτα ἄπερ ἐννοοῦμεν πρὸς τὰς ἐκείνων τῶν πρεσβυτάτων ἀρχῶν ὑπονοουμένων αὐταρκεῖς