Ancient Greek
900
Damascius, De Principiis 900
Unproofread scanNot analysed yet
καὶ ἀπλῶς ὑπερούσιον, τὸ δὲ πρὸ ἑκατέρου ἡνωμένον ἄμφω κατὰ τὸ συμπεφυκὸς ἀμφοῖν ὑπὲρ ἄμφω μεταδοῦναι ταῦτα, τρίτον ἢ σύμφυσις ὡς ἑτέρων. Διὸ καὶ ἡ ἑτερότης συναναφαίνεται, ἄνω δὲ τὰ δύο μέν, ἀλλὰ κατὰ τὸ πρὸ ἀμφοῖν ἡνωμένον, ἀνωτάτω δὲ ὑπὲρ ἄμφω μέν, ἀλλὰ κατὰ τὸ ἕν. Διόπερ ὁ Πλάτων μετὰ τὸ ἕν ὃν διέκρινεν οὐσίαν καὶ ἕν ἀπ’ ἀλλήλων