Ancient Greek
901 to 902
Damascius, De Principiis 901-902
Unproofread scanNot analysed yet
ἤδη διὰ τινος ἑτερότητος. Τὸ ἄρα μέσον οὔτε ἕν, οὔτε ὄν, ἀλλὰ ἕν ὃν ὡς μία φύσις ἄμφω προειληφυῖα κατὰ τὸ ἡνωμένον τὰ κάτω διακρινόμενα. Μήτε οὖν οὐσίαν ἀπλῶς λεγέτω τις εἶναι τὴν μεσότητα ταύτην, μήτε ἕν ἀπλῶς, ἀλλ’ ἤτοι μεσότητα ἀμφοῖν πρὸς ἑκάτερον φανταζομένην εἶναι τὸ ἕτερον, ἢ ἕν ὡς ὄν ἄμα, καὶ ὄν ὡς ἕν, ἢ τὸ συναμφότερον ἕν ὄν κατὰ τὴν οἷον κράσιν τὴν πρὸ τῶν κιρναμένων ἐκ διακρίσεως, ὥστε καὶ οὐσίαν εἶναι ἄμα καὶ ἕν. Ὡς δὲ ἕν, εἰπεῖν ὄνομα οὐκ ἔχομεν, πλὴν εἰ τις ἡνωμένον εἴπη ἕν, συνεμφαινομένου φαινομένου τῷδε τοῦ ἑνὸς καὶ τοῦ ἡνωμένου, ὅπερ ἔμφασις ἦν τοῦ ὄντος· ἀλλ’ οὔτε τὸ ἕν ἕν τούτῳ κατὰ μέθεξιν, οὔτε τὸ ὄν καθ’ ὕπαρξιν·