Ancient Greek
919
Damascius, De Principiis 919
Unproofread scanNot analysed yet
γιγνώσκουσα τὴν οὐσίαν, ὡς νοερὸν τι ἔχουσα πρὸς τῷ νοητῷ καὶ οὖσα μετὰ τὸ νοητόν· ἢ καὶ τὴν οὐσίαν ἀξιωτέον ἔχειν τι γνωστικὸν ὡς ἐκβᾶσαν ἀπὸ τοῦ νοητοῦ, εἴπερ νοητὸν τὸ ἠνωμένον. Ἡ γνῶσις ἄρα τοῦ νοῦ διὰ ζωῆς ἐπιστρέφεσθαι πέφυκεν πρὸς οὐσίαν· ἐκείνης γάρ ἐστι νοῦς, ἀλλ’ οὐ τοῦ ἠνωμένου, οὐδ’ ἐν τὸ ἠνωμένον. Τρίτον τοίνυν εἰ νοητὸν ἐστὶ