Ancient Greek
920 to 921
Damascius, De Principiis 920-921
Unproofread scanNot analysed yet
τὸ ἠνωμένον, ὡς γνωστὸν τῷ νοητῷ νῷ, πρὸ παντὸς ἐστὶ ἐτέρου νοητόν. Ὁ ἄρα νοητὸς νοῦς γνώσεται τὸ πρὸ αὐτοῦ ἠνωμένον· οὐκ ἄρα αὐτὸς ἐστὶ ἠνωμένος· ἢ γὰρ γνῶσις ἐνέργειά ἐστιν διωρισμένη ἀπὸ οὐσίας, εἰ καὶ τῇ οὐσίᾳ σύνδρομος· καὶ ὅλως ἐν πολλῷ διορισμῷ τὸ γιγνώσκον πρὸς τὸ γιγνωσκόμενον, καὶ ὅσος οὐκ ἂν γένοιτό τις ἐν τῷ ἠνωμένῳ. Ὁ γοῦν νοῦς ἀποστὰς τῆς οὐσίας ἀγαπᾷ διὰ γνώσεως ἐπανελθεῖν εἰς οὐσίαν· ἀλλὰ δὴ τὸ ἡνωμένον εἰ γιγνώσκοιτο, οὐκ ἐστὶ μόνον ἠνωμένον, ἀλλὰ καὶ γνωστὸν· οὐκ ἄρα ἡνωμένον εἴη, καὶ τὸ γνωστὸν ἐν αὐτῷ εἴη διωρισμένον· εἰ δὲ μὴ εἴη γνωστὸν αὐτόθεν, ἀλλὰ καὶ τὸ γνωστὸν ἔχοι μετὰ τῶν ἄλλων ἀδιάκριτον, οὐ γνωσθήσεται αὐτόθεν, ἀλλ’ ἕνωσις ἐστὶ μόνη ἢ πρὸς