Ancient Greek
937
Damascius, De Principiis 937
Unproofread scanNot analysed yet
ψυχὴν Ἥ ὀπλίσαντα, παντοιάδος σύνθημα βαλεῖν φρενί, μηδ’ ἐπιφοιτᾶν ἐμπυρίοις σποράδην ὀχετοῖς, ἀλλὰ σιβαρηδόν. Φησὶ καὶ τὰ τοιαῦτα περὶ αὐτῆς ὁ χρησμῳδῶν Θεός· ὅθεν οὐκ εὐλαβητέον τὴν περιγραφὴν τῆς γνώσεως ὡς εἰδητικὴν προσάγειν τῷ ἡνωμένῳ· οὐ γὰρ ἐστὶν ἢ τοιάδε γνῶσις οἷα περιγράψαι τὸ νοητόν, ἀλλὰ περιγράφεσθαι μᾶλλον ὑπ’ ἐκείνου καὶ ὁρίζεσθαι, μέχρις ὅσου ἑαυτὸ ἐπιδῶσιν εἰς τὴν Θεάν.