Ancient Greek
938
Damascius, De Principiis 938
Unproofread scanNot analysed yet
Τί οὖν; ἡ γνῶσις οὐ περίληψίς ἐστι τοῦ γνωστοῦ καὶ περιγραφὴ τις; ἅπασα μὲν οὖν γνῶσις ὑπὸ τοῦ γνωστοῦ μᾶλλον εἰδοποιεῖ τὸ γνωστόν, ἢ δὲ ἡνωμένη καὶ τοῦ ἡνωμένου οὐδὲ συνίσταται ἄλλως, εἰ μὴ τῇ ἐκείνου ἐνώσει συναναπλώσειεν ἑαυτήν, δικαιότερον δὲ εἰπεῖν, ἑαυτὴν ἀφεῖσα καὶ ἀναχυθεῖσα ὅλη εἰς ἐκεῖνο, τῷ ἑαυτῆς ἀπεριγράφῳ τὸ ἐκείνου ἀπερίγραφον ἐλεῖν πειραθεῖσα, καὶ ταύτῃ ποιησαμένη