Ancient Greek
962
Damascius, De Principiis 962
Unproofread scanNot analysed yet
ὁ νοῦς τῆς ψυχῆς καὶ ἡ ψυχὴ τοῦ σώματος τῇ ἐξαλλαγῇ τῶν ὑποστάσεων, ὥστε πάλιν τὸ διακεκριμένον διακεκριμένου διακέκριται, εἰ καὶ ἄλλος ἑκατέρου ὁ τῆς διακρίσεως τρόπος. Καὶ γὰρ τὸ καλὸν τοῦ δικαίου ἕτερον, ἑτέρου καὶ τούτου ὄντος· ἀλλ' ἡ ἑτερότης οὐχ ἡ αὐτή, πλὴν τῷ γένει τῆς ἰδιότητος· ἢ γὰρ διαφέρει τὰ εἴδη ἀλλήλων, ταύτῃ καὶ τὰ συμπληροῦντα γένη.