Ancient Greek
963
Damascius, De Principiis 963
Unproofread scanNot analysed yet
Ἀλλὰ μὴν οὐκ ἀεὶ τὸ ἕτερον ἑτέρου ἕτερον, ἀλλ' ὅταν εἶδος ἑκάτερον ἢ· τὸ γοῦν εἶδος ἕτερον τῆς ὕλης, οὐ μὴν ἡ ὕλη ἑτέρα τοῦ εἴδους, ὅτι μηδὲ ἑτερότης αὐτὴν συμπληροῖ· εἶδος γάρ τι καὶ ἡ ἑτερότης, ἡ δὲ ἀνείδεος· ὥστε καὶ τὸ μὲν εἶδος διεκρίθη τῆς ὕλης, οὐ μέντοι καὶ ἡ ὕλη τοῦ εἴδους, ὅτι καὶ ἡ διάκρισις εἶδος