Ancient Greek
10
Damascius, In Parmenidem 10
Unproofread scanNot analysed yet
ὑπάρξεως, ἀλλ’ οὐχὶ τοῦ μὲν μετέχοντος, τοῦ δὲ μετεχομένου. Τοιγαροῦν οὐκ ἂν εἴποι τις τὸ λευκὸν σῶμα σύγκρισιν εἶναι λευκότητος καὶ σώματος, ὥσπερ τὸ σῶμα τριχῇ διαστατόν. Καὶ γὰρ ἀεὶ βούλεται τὸ μετέχον ὑποκείμενον εἶναι τοῦ μετεχομένου· τοῦτο δὲ ὡς ἐν ὑποκειμένῳ ἐκείνῳ. Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα λέγοιεν ἂν οἱ πρὸς τὴν μέθεξιν ἀποροῦντες καὶ μηδὲν ἀξιοῦντες ἄλλο