Ancient Greek
9
Damascius, In Parmenidem 9
Unproofread scanNot analysed yet
τὴν μέθεξιν, ζητητέον οὔτε γὰρ <κατὰ> παράθεσιν· ἀπαθῆ γὰρ ὑπὸ ἀλλήλων τὰ παρακειμένα, μετὰ δὲ πάθους τινὸς ἡ μέθεξις. Οὔτε κατὰ ἕνωσιν· δεῖ γὰρ ἀφωρίσθαι τὸ μετεχόμενον καὶ τὸ μετέχον· ἡ δὲ ἕνωσις ἐν ποιεῖ τὰ δύο, καὶ οὐκέτι μένει μετέχον καὶ μετεχόμενον. Ἄλλ’ οὐδὲ κατὰ σύγκρισιν, ὁ μάλιστα δοκεῖ· ἐκ δυοῖν γὰρ ὁμοταγῶν σύγκρισις, καὶ στοιχείων ἀμφοῖν μιᾶς