Ancient Greek
109
Damascius, In Parmenidem 109
Unproofread scanNot analysed yet
ὁ αἰὼν· ἔτι ὁ αἰὼν ἀεὶ εἶναι βούλεται, ἀλλ’ οὐν ἀεὶ ζῇν, ὡς ἡ ἐπωνυμία δηλοῖ. Οὐκ ἄρα ζωή, ἀλλ’ οὐσία τὸ ἀεὶ προσλαβοῦσα, ὅπερ ἐστὶν οὐσία ἀπειροδύναμος. Καὶ ἡ ζωὴ δὲ ἐστὶν αἰώνιος καὶ νοῦς, ἀλλὰ κατὰ μέθεξιν τοῦ αἰῶνος· οὐ ταὐτὸ ἄρα. Καὶ μὴν οὐδὲ ζωὴ καὶ ὁλότης ταυτόν, εἰ καὶ σύνεστιν ἀλλήλοις ταῦτα· ἢ οὕτω γε καὶ