Ancient Greek
110
Damascius, In Parmenidem 110
Unproofread scanNot analysed yet
εἶδος καὶ ζωὴ ταυτόν· ἅπαν γὰρ ζῶν εἰδοπεποιήται, καὶ πᾶν εἰδοπεποιημένον ὅλον ἐστίν· ὥστε πᾶν εἶδος ζωή, ὅτι πᾶν ὅλον. Καὶ πολλὰ ἄλλα ἂν τις εἰς ταῦτόν συναγάγοι τοῦτον τὸν τρόπον. Ἀλλὰ σκεπτέον εἰ ἢ ὅλον ζωὴ καὶ ἢ ζωὴ ὅλον· οὐκ ἔστι δέ· τὸ μὲν γὰρ πρὸς τὰ μέρη, ἡ δὲ ζωή, καθ’ αὐτό· καὶ ἡ μὲν ζωὴ κινεῖν