Ancient Greek
1094
Damascius, In Parmenidem 1094
Unproofread scanNot analysed yet
ὅλον καὶ ἀντὶ μερῶν εἴδη βουληθέντα εἶναι, καὶ αὐτὸ καθ᾽ αὐτὸ ἕκαστον ἀντὶ τοῦ μετ᾽ ἀλλήλων. Οὕτως γὰρ ἕκαστον εἶδος ἐγένετο τέλειον, ὡς δοκεῖ, καὶ αὐτοπερίγραφον. Ἡ ἄρα ἑτερότης αὐτῶν κατὰ τὴν ὑπόστασιν ἐπλεόνασεν, ἀλλ᾽ οὐ κατὰ τὴν διοριστικὴν δύναμιν. Διὸ καὶ ἡ ἕνωσις εἰς ταυτότητα ὑποβέβηκεν· ἀμέλει ἐν τοῖς νοητοῖς καὶ νοεροῖς, καὶ ἔτι ἐν τοῖς πρώτοις τῶν νοερῶν,