Ancient Greek
1095
Damascius, In Parmenidem 1095
Unproofread scanNot analysed yet
ὅπου ἕνωσις ἐπικρατεῖ τῶν ὄντων, καὶ μέρη μᾶλλον ἢ εἴδη βούλεται εἶναι, συνέσταλται μὲν ἡ ταυτότης εἰς ἕνωσιν, διέσταλται δὲ ἡ ἑτερότης εἰς διορισμόν, ὥστε τῶν εἰδῶν ἐκεῖ ὡς μερῶν ὑφεστῶτων. Ὁ μὲν ἄρα διορισμὸς αὐτόθεν μερίζει, ἡ δὲ ἑτερότης αὐτὴ τὸ εἶδος ἕκαστον περιγράφει καθ᾽ ἑαυτό, οἷον συνάγουσα ἕκαστον εἰς ἑαυτὸ καὶ ταύτῃ ἑτέραν ποιοῦσα τῶν ἄλλων· ἀμέλει ἡ