Ancient Greek
1141 to 1143
Damascius, In Parmenidem 1141-1143
Unproofread scanNot analysed yet
τοῦ κρεῖτ- ἥτις γρ. β' α' τονος καὶ χείρονος πέρὶ. Β. ἥτις. ἐν τῇ τινι. <οὔτε> ἕτερα. ἥτις γρ. δὲ μέρος οὔτε ταυτόν, οὔτε κεχώρισται. Διὸ συμπληροῖ καὶ καλεῖται «μέρος τοῦ συμπληρουμένου». Ἀλλὰ μὴν τὸ τέταρτον, εἰ μὲν πάντα ἐν πᾶσιν ἴδοιμεν, ἔσται πανταχοῦ καὶ ἥδε ἡ διαίρεσις ὅπου ταυτότης καὶ ἑτερότης, καὶ ὅλον καὶ μέρη. Εἰ δὲ πειθόμεθα τῷ Παρμενίδῃ πρὸ μὲν ταυτότητος καὶ ἑτερότητος ἐκφαίνοντι τὸ ὅλον καὶ μέρη, ταυτότητα δὲ καὶ ἑτερότητα ἐν πρώτῃ ὁρῶντι τῇ φύσει τοῦ δημιουργοῦ, δῆλον ὡς ἐπὶ τῶν πρὸ τοῦ δημιουργοῦ πραγμάτων, οὐ φήσομεν κρατεῖν τὴν διαίρεσιν, ἀλλὰ μέρη μόνον καὶ ὅλον· οὐ γὰρ ἄμα τὰ μέρη καὶ εἶδη, ὡς δέδεικται πρότερον. Εἰ οὖν ὡς μέρη μόνον, καὶ ὡς μέρη πρὸς ὅλον πέφηγεν, πέφηνεν, οὔπω ἂν εἴδη ἐκεῖνα λέγοιτο κατὰ δίκην. Οὐδὲ ἄρα τὰ αὐτὰ ἢ ἕτερα, ταῦτα γὰρ ἴδια τῶν εἰδῶν. Ἀλλὰ πῶς ἐκεῖ διακρίνεται τὰ ὄντα; διορισμῷ φήσω τῷ κατὰ ἀριθμόν, καὶ ἑτερότητι ἀριθμοποιῶ, οὐκ εἰδοποιῶ· ἢ καὶ τὸ ἐν διωρίσθη τοῦ ὄντος, καὶ τὰ πολλὰ τοῦ ἑνός, καὶ τὰ μέρη ἀλλήλων τε καὶ τοῦ ὅλου, καὶ