Ancient Greek
1144
Damascius, In Parmenidem 1144
Unproofread scanNot analysed yet
αἱ τοῦ ἀριθμοῦ μονάδες ἀλλήλων, καὶ αἱ τρεῖς ὅλαι διατάξεις ὡς ἀριθμῶν τινες ἰδιότητες· ὅλως δὲ οὐκ εἰδῶν, ἀλλ' ἰδιοτήτων ὁ τῆς ἑτερότητος ἐκείνης διορισμός, καὶ τοῦ ἕνος ἢ ἕνωσις. Ἡνῶσθαι οὖν καὶ διακεκρίσθαι λέγοιτο ἂν ἐκεῖνα μόνον, τὰ αὐτὰ δὲ ἢ ἕτερα, οὐδαμῶς, εἰ μὴ ἄρα τις καταχρῷτο τοῖς ὀνόμασιν, ἕτερα μὲν τὰ διωρισμένα καλῶν, τὰ αὐτὰ δὲ τὰ