Ancient Greek
12
Damascius, In Parmenidem 12
Unproofread scanNot analysed yet
τὴν ἕνωσιν ὅλην, καὶ αὐτὴν γε τὴν ὁλότητα. Τῶν γὰρ μερῶν ἕκαστον μετέχειν ἀνάγκη μιᾶς ὁλότητος· ἀνατρέπει δὲ καὶ πᾶσαν ἐπιστήμην, εἴπερ οὐκ ἐνδέχεται ἄλλο ἄλλου κατηγορεῖν οὔτε λέγοντας οὔτε νοοῦντας· ὥστε καὶ αὐτὸς ἑαυτὸν διαφθερεῖ ὁ λόγος. Οὐ γὰρ ἐξέσται αὐτῷ λέγειν κεχωρίσθαι ἀλλήλων τὰ πράγματα· μεθέξει γὰρ τοῦ αὐτοῦ δήλου ὅτι πάντα τοῦ πρὸς ἄλληλα χωρισμοῦ. Καὶ μὴν