Ancient Greek
13
Damascius, In Parmenidem 13
Unproofread scanNot analysed yet
εἰς τὰ πράγματα ἀποβλέπουσι φανερὸν ὅτι μετέχει ἄλλα ἄλλων, καὶ τινὰ τῶν αὐτῶν. Τὰ τε γὰρ ἐν τῇ ὕλῃ εἴδη φαίνεται οὕτως ἔχοντα, οἷον τὰ στοιχεῖα μετέχει ἀλλήλων· καὶ τὰ ἐκ στοιχείων, αὐτῶν τε τῶν στοιχείων καὶ αὐτὰ ἀλλήλων· θερμαίνεται γὰρ τὸ ἡμέτερον σῶμα καὶ ψύχεται, ἐτι δὲ τρέφεται ἀπὸ φυτῶν τε καὶ τῶν ἄλλων καρπῶν. Αἱ δὲ αἰσθήσεις