Ancient Greek
1332
Damascius, In Parmenidem 1332
Unproofread scanNot analysed yet
οἷον ὁ Ἄτλις ἐν τῇ σεληναίᾳ καθημένος λήξει δημιουργεῖ τὸ γεννητόν. Οὕτως ἔχοντα καὶ τὸν Ἄδωνιν εὑρίσκομεν ἐν ἀπορρήτοις, οὕτω πολλοὺς Θεοὺς παρ’ Ὀρφεῖ τε καὶ τοῖς Θεουργοῖς. Οὕτω τοίνυν νοητέον καὶ τοὺς ἀπολύτους ἐσχάτους μὲν ὄντας τῶν ὑπερκοσμίων, προνοοῦντας δὲ τοῦδε τοῦ κόσμου. Ἄρα οὖν οὕτως οἱ τοιοῦτοι αὐτόθεν τὴν ἀκρότητα τῶν ἐγκοσμίων κοσμίων κατέχουσιν καὶ συναριθμοῦνται κατ’ ἰδιότητα