Ancient Greek
1333
Damascius, In Parmenidem 1333
Unproofread scanNot analysed yet
τοῖς ἐγκοσμίοις, οἱ δὲ ἀπόλυτοι οὐ μόνην ἐγκόσμιον, ἀλλὰ ὑπερκόσμιον ἐπιδείκνυνται φύσιν; Οὕτω μὲν οὖν τὴν μεσότητα αὐτῶν ἐκληπλέον κατ’ αὐτὸ τὸ εἶδος. Ἀπολύτους δὲ αὐτοὺς εἶναι λέγομεν, ὡς προνοοῦντας μὲν τοῦ παντός, οὐκ ἐνδεδεμένους δὲ αὐτοῦ τῇ φύσει, οὐδὲ συμπληροῦντας αὐτό. Διὸ καὶ «ἀζῶνοι» κέκληνται πρὸς αὐτῶν τῶν Θεῶν, ὡς οὐ περιβάλλοντες ἑαυτοῖς τὸν κόσμον, οὐδὲ ἐνδεθέντες αὐτοῦ ταῖς