Ancient Greek
1334
Damascius, In Parmenidem 1334
Unproofread scanNot analysed yet
μοίραις, οἷον ζώναις τισίν. Καὶ οἶδεν τὸ τοιοῦτον εἶδος τῆς προνοίας ὁ Πλάτων ἐν Πολιτικῷ, τοὺς τὰ μέρη τοῦ κόσμου διαλαχόντας ἐν τῇ Κρόνου περιόδῳ δαίμονας εἰσηγούμενος, νῦν μὲν ἐπιμελουμένους, νῦν δὲ ἀφιεμένους τοῦ παντός. Καὶ δῆλον ὅτι ὁμοῦ ἑκάτερον· τοῦτο δὴ ἦν τὸ ἀπόλυτον εἶδος. Καὶ ἐπιστήσομεν ἐν μὲν ὅτι τῆς χρονίας ἰδιότητος οὗτοί εἰσιν, καὶ κατ’ αὐτόν· ἦν