Ancient Greek
1398
Damascius, In Parmenidem 1398
Unproofread scanNot analysed yet
ἔχουσιν, τῆς δὲ ἀνισότητος, τὰ πρὸς ἑαυτὸ τῶν πρὸς τὰ ἄλλα, ἵνα καὶ εἰς τὰ ἄλλα καταλήξῃ ὁ λόγος, ἀφ’ ὧνπερ ἤρξατο· ἢ ὅτι τὸ μέγα καὶ τὸ μικρὸν σωματοειδέστατα ἦν, ἠβουλήθη προσαποδεῖξαι αὐτὰ ἐν τῷ ἐνὶ προϋπάρχοντα πόρρω τῶν σωμάτων, ἵνα ἐν τοῖς ἄλλοις οὕτω πως ἀσωμάτως αὐτὰ νοοῖμεν, ὅταν παραβάλλωμεν τὸ ἐν πρὸς τὰ ἄλλα. Ἐξ δὲ πρὸς