Ancient Greek
1399 to 1400
Damascius, In Parmenidem 1399-1400
Unproofread scanNot analysed yet
τὸ ται Β πρὸς τὸ πεῖς διαφάσεως Β ἐν ὄγκῳ κέκληκεν Β πρὸς τὸ μία πρώτη πρὸς τὸ εἶς πρῶτος τὰ συμπεράσματα γέγονεν ἀντὶ τεσσάρων, ἐπειδή ἡ ἀνισότης εἰς τὸ μείζον καὶ σμικρότερον διήρητο, ὥστε πανταχοῦ ἡ δημιουργικὴ τετράς προεληλυθεν. Ἐπὶ πᾶσι ῥητέον ἤδη πρὸς τὸ ὄγδοον ἀποκρινομένους. Ὁ μὲν δὴ πρῶτος συλλογισμὸς ἀναιρεῖ τὴν σμικρότητα πρῶτον· εἶτα τὸ μέγεθος ἀνἥρηκεν, ήρηκεν, καὶ ὄντως εἰσάγει τὴν ἰσότητα. Ζητητέον ἄρα πρῶτον μὲν διὰ τί ἐξ ἀναιρέσεως εἰσάγει τὸ ἴσον, δεύτερον διὰ τί ἀπὸ τῆς ἀναιρουμένης σμικρότητος ἀναιρεῖ τὸ μέγεθος, ἀλλὰ μὴ ἀνάπαλιν· οὐδὲ γὰρ τὸ μείζον ὑπάρχει ἄν τινι ἄνευ ἰσότητος διὰ τοὺς αὐτοὺς λόγους· ἢ γὰρ ὅλη ἢ μέρει ὑπάρξει τὸ μέγεθος, καὶ φαίνεται ὡσαύτως ἑκάτερον ἄτοπον· τρίτον,