Ancient Greek
1430
Damascius, In Parmenidem 1430
Unproofread scanNot analysed yet
καὶ φθορᾶς ταῦτα λαμβάνεται καὶ τῆς κατὰ τὰς ἡλικίας ἀλλοιώσεως, φανερὸν ὡς ἐν τοῖς ὑπὸ σελήνην τὰ τοιαῦτα ἐγχωρεῖ Θεωρεῖν, ὡς ἰδιότης ἐν αὐτοῖς προεἰληπται τοῖς γενεσιουργοῖς, ἢ ὅλως ὑποσελήνοις Θεοῖς. Τρίτον δὲ εἰ οὐσίας ἀποδείκνυσι καὶ ἀπὸ οὐσιῶν λαμβάνει τὰς ἀποδείξεις, φανερὸν ὅτι καὶ τὸν χρόνον οὐκ ἂν ἐν ταῖς ἐνεργείαις λαμβάνοι, ἀλλὰ κατ’ αὐτὴν τὴν οὐσίαν, ἐπεὶ καὶ