Ancient Greek
1431
Damascius, In Parmenidem 1431
Unproofread scanNot analysed yet
τὸ νεώτερον καὶ πρεσβύτερον καὶ πάθη αὐτῶν ἐσλιν τῶν οὐσιῶν, καὶ πῶς λαμπρῶς ἡ οὐσία ὁρᾶται ἀλλοιουμένη κατὰ τὰς ἡλικίας ἐν τοῖς ὑπὸ σελήνην πράγμασιν. Ἔστι μὲν γὰρ ἐν οὐρανῷ χρόνος οὐσιώδης, ἀλλ’ οἷον ἀμετάβλητος καὶ ὁ αὐτὸς ἀεὶ, κατὰ δὲ τὰς ἡλικίας μεταβαλλόμενος, ἐνθάδε ἐστὶν διαρρήδην· ἐν οἷς δὲ κρατεῖ τὰ σύμβολα, ἐπὶ τούτων κατηγορεῖται. Τέταρτον ἐννοητέον ὅτι