Ancient Greek
1451 to 1453
Damascius, In Parmenidem 1451-1453
Unproofread scanNot analysed yet
φύσις ἐτύγχανεν οὖσα αἰώνιος· καὶ ὁ αἰώνιος δὲ οὐ πρὸ τοῦ ζῴου αἰῶν, ἀλλ’ ἐν αὐτῷ καὶ τῷ ζῴῳ ὁμόγονος, ἀλλ’ ὅμως μέτρον τοῦ ζῷου, καὶ ταύτῃ κρείττων τοῦ ζῷου. Οὕτως ἄρα καὶ ὁ χρόνος τοῦ κόσμου κρείττων, ὡς ὁμοταγής, καὶ κατὰ τὴν μετρητικὴν ἰδιότητα. Πρὸς τὸ δέκατον δὴ τί ἡμεῖς ἐροῦμεν; ἢ τὸ μὲν ἀληθέστατον ὡς οὐκ ἔστιν ἀφορίσασθαι τὰ τοιαῦτα διανοίας ἀνθρωπίνης. Οὐδὲ γὰρ ὅτι ἡ πηγὴ τῆς ψυχῆς ἐν τῇ Ἑκάτῃ ἔστιν ἐπενόησεν ἄν τις, εἰ μὴ παρ’ αὐτῶν ἤκουσε τῶν θεῶν. Εἰ δὲ ἄρα τολμητέον εἰπεῖν τι ἀνθρωπικόν, οὐκ οἶμαι τὸν πηγαῖον χρόνον ἐν τῇ Μεγάλῃ εἶναι Θεῷ, ἀλλὰ μᾶλλον ἐν τῷ δημιουργῷ. Στοχάζομαι δὲ ὅτι οὐκ ἔστι ζωογονικῆς ἰδιότητος ὁ χρόνος, ἀλλὰ δημιουργικῆς καὶ μετρητικῆς τῶν εἰδῶν. Εἰ δὲ μετρεῖ καὶ τὴν ψυχῆς κίνησιν, οὐδὲν παρὰ τοῦτο· καὶ γὰρ ἡ πηγαία κρίσις ἐν τῷ δημιουργῷ οὖσα κρίνει τὴν ψυχήν, καὶ ἡ πηγαία αἴσθησις ἐν αὐτῷ οὖσα συνέζευκται τῇ φύσει ἀπαιωρουμένη τῶν τῆς Θεοῦ νώτων. Ἔτι δὲ ὁ δημιουργὸς τὴν μὲν ψυχὴν ὑφιστῶν ἐπιδεῖται τοῦ ζωογονικοῦ κρατήρος, τὸν δὲ χρόνον αὐτὸς ἐπινοεῖ καθ’