Ancient Greek
1454
Damascius, In Parmenidem 1454
Unproofread scanNot analysed yet
ἑαυτόν, ὡς φησιν ὁ Τίμαιος, ἅτε ἔχων ἐν ἑαυτῷ τὸν πηγαῖον χρόνον. Ἔτι δὲ ἐκ τρίτων τὸ τοῦ χρόνου παράδειγμα δειγμα οὐκ ἔστιν ὁ πρῶτος αἰών, ἀλλ’ ὁ συνὼν τῷ αὐτοζῷῳ, ὡς πολλάκις ἐδείξαμεν. Καὶ ὁ χρόνος ἄρα ἐν τῷ τρίτῳ τῶν νοερῶν ἐκφανήσεται, ἀλλ’ οὐκ ἐν τῇ νοερᾷ ζωῇ, ἥτις ἀναλογεῖ τῷ πρώτῳ αἰῶνι· ὁ δὲ δημιουργὸς οἷον αὐτοζῷον