Ancient Greek
1495
Damascius, In Parmenidem 1495
Unproofread scanNot analysed yet
καὶ νῦν καλεῖσθαι, οὐχ ὡς πέρας χρόνου, ἀλλ’ ὡς χρόνον ἀμέριστον δημιουργικῶς, εἰ καὶ τῇ ἡμετέρᾳ ἐπινοίᾳ διαιρετόν, καὶ τοῦτο ἐπ’ ἀπειρον, ἐπεὶ καὶ πᾶν σῶμα ἐπ’ ἄπειρον διαιρετόν. Ἄλλ’ εἰσὶν ἀμέριστοι δημιουργικαὶ τομαὶ τῶν σωμάτων· ἀμέλει καὶ τὰ ἄλματα τῆς γενέσεως τοιαῦτα ἂν εἴη γεννητά· εἰ γὰρ γεννητά, ἐπ’ ἄπειρον μεριστά. Οὕτω δὲ οὐκ ἂν προέλθοι ποτὲ εἰς τέλος