Ancient Greek
1496
Damascius, In Parmenidem 1496
Unproofread scanNot analysed yet
ἡ γένεσις· διὸ τὸ ἄλμα τῆς γενέσεως ἀγέννητόν ἐστι, κατ’ αὐτὴν γε τὴν συναίρεσιν τῆς προκοπῆς. Διὸ καὶ ὁν λέγεται ὡς πρὸς τὴν σύνθετον ἐκ τῶν ἁλμάτων γένεσιν, ὥσπερ καὶ τὸ ἄλμα τοῦ χρόνου νῦν ὀνομάζεται ὡς πρὸς τὸν χρόνον, ὅς ἔστιν ἐκ τῶνδε τῶν ἁλμάτων σύνθετος. Ἐν τούτῳ ἄρα τὸ νῦν οὐκέτι γίγνεται, ἀλλ’ ἔστιν νεώτερον καὶ πρεσβύτερον. Πῶς