Ancient Greek
1552
Damascius, In Parmenidem 1552
Unproofread scanNot analysed yet
προκύπτει, ποτὲ δὲ τόδε· ὅθεν καὶ αὐτὸς ἐχώρισεν τὸ ἄχρονον ἀπὸ τοῦ ἐγχρόνου. Εἰ δὲ τὸ ἄχρονον καταφατικόν, καίτοι ἀπόφασις ἐστὶν βουλομένου τοῦ μετέχειν χρόνου, σαφὲς ὅτι καὶ τὸ οὐχ ἕν καὶ τὸ οὐ πολλά καὶ τὸ οὐκ ὄν, καὶ πάντα τὰ τοιαῦτα καταφατικῶς νοητέον ὡς ὑφεστῶτα ἐν τῇ ψυχῇ παραδείγματα τῶν ἄλλων, μᾶλλον δὲ ὡς ἄλλα κατὰ ἔμφασιν ἤδη